Know the Text⌕

Reading as Seek: to learn Scripture and its teachings. Same facts, warmer framing.

Read›Prayer of Azariah and Song of the Three

Prayer of Azariah and Song of the Three 1

About this book →

Outside the Protestant canon. Scripture for: Catholic, Greek Orthodox, Ethiopian Orthodox Tewahedo. How each church treats it →

Tap a verse number for every translation, the original words, and cross-references. ※ links to differences in wording between editions.

1καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς, ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον. 2Καὶ συστὰς Ἀζαρίας προσηύξατο οὕτως· καὶ ἀνοίξας τὸ στομά αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς, εἶπεν, 3Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. 4Οτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἶς ἐποίησας, καὶ πάντα τὰ ἔργα σου ἀληθινὰ, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀλήθεια. 5Καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἱερουσαλήμ· ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν. 6Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, 7οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται. 8Καὶ πάντα ὅσα ἐπήγαγες ἡμῖν, καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας. 9Καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, καὶ ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. 10Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα ἡμῶν· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου, καὶ τοῖς σεβομένοις σε. 11Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, 12καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, διὰ Ἁβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου, 13οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. 14Ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καί ἐσμὲν ταπεενοὶ ἐν πάσῃ τῇ γῇ σήμερον, διὰ τὰς ἁμαρτίας ἡμῶν. 15Καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις, οὐδὲ θυσία, οὐδὲ προσφορὰ, οὐδὲ θυμίαμα, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐναντίον σου, καὶ εὑρεῖν ἕλεος. 16Ἀλλʼ ἐν ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν, ὡς ἐν ὁλοκαυτώσει κριῶν καὶ ταύρων, καὶ ἐν μυριάσιν ἀρνῶν πιόνων, 17οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον, καὶ ἐκτελέσαι ὄπισθέν σου· ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί. 18Καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε, καὶ ζητοῦμεν τὸ πρόσωπόν σου. Μὴ καταισχύνῃς ἡμᾶς, 19ἀλλὰ ποίησον μεθʼ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. 20Καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε· 21καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ, καὶ καταισχυνθείησαν ἀπὸ πάσης τῆς δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη, 22καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος, Θεὸς μόνος, καὶ ἔνδοξος ἐφʼ ὅλην τὴν οἰκουμένην. 23Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως, καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα. 24Καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαρακονταεννέα. 25Καὶ διώδευσε, καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. 26Ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου, 27καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου, ὡς πνεῦμα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ; καὶ οὐκ ἐλύπησεν, οὐδὲ παρηνώχλησεν αὐτοῖς. 28Τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν, καὶ ἐδόξαζον, καὶ ηὐλόγουν τὸν Θεὸν ἐν τῇ καμίνῳ, λέγοντες, 29Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον, καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς πάντας τοὺς αἰῶνας. 31Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας. 32Εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου, καὶ ὑπερυμνητὸς καὶ ὑπερυμνούμενος εἰς τοῦς αἰῶνας. 33Εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερουβὶμ, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. 34Εὐλογητὸς εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. 35Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 36Εὐλογεῖτε ἄγγελοι Κυρίου τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 37Εὐλογεῖτε οὐρανοὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 38Εὐλογεῖτε ὕδατα καὶ πάντα τὰ ὑπεράνω τοῦ οὐρανοῦ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 39Εὐλογείτω πᾶσα ἡ δύναμις Κυρίου τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 40Εὐλογεῖτε ἥλιος καὶ σελήνη τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 41Εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 42Εὐλογείτω πᾶς ὄμβρος καὶ δρόσος τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 43Εὐλογεῖτε πάντα τὰ πνεύματα τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 44Εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 47Εὐλογεῖτε νύκτες καὶ ἡμέραι τὸν Κύριον, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 48Εὐλογεῖτε φῶς καὶ σκότος τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 51Εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 52Εὐλογείτω ἡ γῆ τὸν Κύριον, ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας. 53Εὐλογεῖτε ὄρη καὶ βουνοὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 54Εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν τῇ γῇ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 55Εὐλογεῖτε αἱ πηγαὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑμερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 56Εὐλογεῖτε θάλασσα καὶ ποταμοὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 57Εὐλογεῖτε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 58Εὐλογεῖτε πάντα τὰ θηρία καὶ τὰ κτήνη τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 59Εὐλογεῖτε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 60Εὐλογεῖτε υἱοὶ τῶν ἀνθρώπων τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 61Εὐλογεῖτε Ἰσραὴλ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 62Εὐλογεῖτε ἱερεῖς τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 63Εὐλογεῖτε δοῦλοι τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 64Εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 65Εὐλογεῖτε ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 66Εὐλογεῖτε Ἀνανία, Ἀζαρία, Μισαὴλ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου, καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς· καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογὸς, καὶ ἐκ μέσου πυρὸς ἐῤῥύσατο ἡμᾶς. 67Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 68Εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν Κύριον τὸν Θεὸν τῶν θεῶν, ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

LXX-Br: Septuagint (Greek text of Brenton's 1851 edition) (1851) · Public Domain · Greek Septuagint as printed in Brenton (1851), public domain. Text: eBible.org (grcbrent).

Report a problem

Found something wrong, unsourced or unfair? Tell us; every report is read. Please don’t include personal information.

↑