Know the Text⌕

Reading as Seek: to learn Scripture and its teachings. Same facts, warmer framing.

Read›Sirach (Ecclesiasticus)

Sirach (Ecclesiasticus) 36

About this book →

Outside the Protestant canon. Scripture for: Catholic, Greek Orthodox, Ethiopian Orthodox Tewahedo. How each church treats it →

Tap a verse number for every translation, the original words, and cross-references. ※ links to differences in wording between editions.

1Τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακὸν, ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται. 2Ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ, ὡς ἐν καταιγίδι πλοῖον. 3Ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δικαίων. 4Ἑτοίμασον λόγον, καὶ οὕτως ἀκουθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι. 5Τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ. 6Ἵππος εἰς ὀχείαν ὡς φίλος μῶκος, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει. Διατί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφʼ ἡλίου; 7Ἐν γνώσει Κυρίου διεχωρίσθησαν, καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς· ἀπʼ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε, καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν. 8Καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη Ἀδάμ. 9Ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτοὺς, καὶ ἠλλοίωσε τὰς ὁδοὺς αὐτῶν. 10Ἐξ αὐτῶν εὐλόγησε καὶ ἀνύψωσε, καὶ ἐξ αὐτῶν ἡγίασε, καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπʼ αὐτῶν κατηράσατο, καὶ ἐταπείνωσε, καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν. 11Ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ· οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς, ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ. Ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθὸν, καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωὴ, οὕτως ἀπέναντι εὐσεβοῦς ἀμαρτωλός. Καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο ἓν κατέναντι τοῦ ἑνός. Κᾀγὼ ἔσχατος ἠγρύπνησα, καὶ κατεκληρονόμησα αὐτοὺς καθὼς ἀπʼ ἀρχῆς. 12Ἐλέησον λαὸν, Κύριε, κεκλημένον ἐπʼ ὀνόματί σου, καὶ Ἰσραὴλ ὃν πρωτογόνῳ ὡμοίωσας. 13Οἰκτείρησον πόλιν ἁγιάσματός σου Ἱερουσαλὴμ, πόλιν καταπαύματός σου. 14Πλῆσον Σιὼν ἆραι τὰ λόγιά σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου. 15Δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασί σου, καὶ ἔγειρον προφητείας τὰς ἐπʼ ὀνόματί σου· 16δὸς μισθὸν τοῖς ὑπομένουσί σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν. 17Εἰσάκουσον, Κύριε, δεήσεως τῶν ἱκετῶν σου, κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου, καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς, ὅτι σὺ Κύριος εἶ ὁ Θεὸς τῶν αἰώνων. 18Πᾶν βρῶμα φάγεται κοιλία, ἔστι δὲ βρῶμα βρώματος κάλλιον. 19Φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. 20Καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. 21Πάντα ἄῤῥενα ἐπιδέξεται γυνὴ, ἔστι δὲ θυγάτηρ θυγατρὸς κρείσσων. 22Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει. 23Εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθʼ υἱοὺς ἀνθρώπων. 24Ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατʼ αὐτὸν καὶ στύλον ἀναπαύσεων. 25Οὗ οὐκ ἐστι φραγμὸς, διαρπαγήσεται κτῆμα, καὶ οὗ οὐκ ἔστι γυνὴ, στενάξει πλανώμενος. 26Τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψισῇ.

LXX-Br: Septuagint (Greek text of Brenton's 1851 edition) (1851) · Public Domain · Greek Septuagint as printed in Brenton (1851), public domain. Text: eBible.org (grcbrent).

Report a problem

Found something wrong, unsourced or unfair? Tell us; every report is read. Please don’t include personal information.

↑