Know the Text⌕

Reading as Seek: to learn Scripture and its teachings. Same facts, warmer framing.

Read›Sirach (Ecclesiasticus)

Sirach (Ecclesiasticus) 35

About this book →

Outside the Protestant canon. Scripture for: Catholic, Greek Orthodox, Ethiopian Orthodox Tewahedo. How each church treats it →

Tap a verse number for every translation, the original words, and cross-references. ※ links to differences in wording between editions.

1Ἡγούμενων σε κατέστησαν; μὴ ἐπαίρου, γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν· φρόντισον αὐτῶν, καὶ οὕτω κάθισον, 2καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε, ἵνα εὐφρανθῇς διʼ αὐτοὺς, καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον. 3Λάλησον πρεσβύτερε, πρέπει γάρ σοι, ἐν ἀκριβεῖ ἐπιστήμῃ, καὶ μὴ ἐμποδίσῃς μουσικά. 4Ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιὰν, καὶ ἀκαίρως μὴ σοφίζου. 6Σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ, σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου. 7Ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου μέλος μουσικῶν ἐφʼ ἡδεῖ οἴνῳ. 8Λάλησον νεανίσκε εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς. 9Κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλὰ, γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν. 10Ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου, καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει. 11Πρὸ βροντῆς κατασπεύδει ἀστραπὴ, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. 12Ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥαθύμει. Ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου, καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ. 13Καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε, καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ. 14Ὁ φοβούμενος Κύριον ἐκδέξεται παιδείαν, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν. 15Ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ. 16Οἱ φοβούμενοι Κύριον εὑρήσουσι κρίμα, καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν. 17Ἄνθρωπος ἁμαρτωλὸς ἐκκλίνει ἐλεγμὸν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα. Ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, καὶ μετὰ τὸ ποιῆσαι μετʼ αὐτοῦ ἄνευ βουλῆς. 18Ἄνευ βουλῆς μηθὲν ποιήσῃς, καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ. Ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου, καὶ μὴ προσκόψῃς ἐν λιθώδεσι. Μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ, 19καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι. Ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου, καὶ γὰρ τοῦτό ἐστι τήρησις ἐντολῶν. 20Ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιθὼς Κυρίῳ οὐκ ἐλαττωθήσεται.

LXX-Br: Septuagint (Greek text of Brenton's 1851 edition) (1851) · Public Domain · Greek Septuagint as printed in Brenton (1851), public domain. Text: eBible.org (grcbrent).

Report a problem

Found something wrong, unsourced or unfair? Tell us; every report is read. Please don’t include personal information.

↑