Esther 4
Tap a verse number for every translation, the original words, and cross-references. ※ links to differences in wording between editions.
1Ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον, διέῤῥηξε τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἐνεδύσατο σάκκον, καὶ κατεπάσατο σποδόν· καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως, ἐβόα φωνῇ μεγάλῃ, αἴρεται ἔθνος μηδὲν ἠδικηκός. 2Καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως, καὶ ἔστη· οὐ γὰρ ἦν αὐτῷ ἐξὸν εἰσελθεῖν εἰς τὴν αὐλὴν, σάκκον ἔχοντι καὶ σποδόν. 3Καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα, κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς. 4Καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης, καὶ ἀνήγγειλαν αὐτῇ· καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονός· καὶ ἀπέστειλε στολίσαι τὸν Μαρδοχαῖον, καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον· ὁ δὲ οὐκ ἐπείσθη. 5Ἡ δὲ Ἐσθὴρ προσεκαλέσατο Ἀχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παρειστήκει αὐτῇ, καὶ ἀπέστειλε μαθεῖν αὕτη παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές. 7Ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς, καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Ἀμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν ταλάντων μυρίων, ἵνα ἀπολέσῃ τοὺς Ἰουδαίους. 8καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς, ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθήρ· καὶ εἶπεν αὐτῷ, ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα, καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ, μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου, ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἀμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθʼ ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν Κύριον, καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν, ῥύσαι ἡμᾶς ἐκ θανάτου. 9Εἰσελθὼν δὲ ὁ Ἀχραθαῖος ἐλάλσεν αὐτῇ πάντας τοὺς λόγους τούτους. 10Εἶπεν δὲ Ἐσθὴρ πρὸς Ἀχραθαῖον, πορεύθητι πρὸς Μαρδοχαῖον, καὶ εἶπον, 11ὅτι τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει ὅτι πᾶς ἄνθρωπος ἢ γυνὴ ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνῃ ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται· κᾀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα. 12Καὶ ἀπήγγειλεν Ἀχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Ἐσθήρ. 13Καὶ εἶπε Μαρδοχαῖος πρὸς Ἀχραθαῖον, πορεύθητι, καὶ εἰπὸν αὐτῇ, Ἐσθήρ, μὴ εἴπῃς σεαυτῇ, ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ἰουδαίους· 14Ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις· σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε· καὶ τίς εἶδεν, εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας; 15καὶ ἐξαπέστειλεν Ἐσθὴρ τὸν ἥκοντα πρὸς αὐτὴν, πρὸς Μαρδοχαῖον, λέγουσα, 16βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις, καὶ νηστεύσατε ἐπʼ ἐμοὶ, καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν· κᾀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν· καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με δέῃ. 17Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθήρ·
LXX-Br: Septuagint (Greek text of Brenton's 1851 edition) (1851) · Public Domain · Greek Septuagint as printed in Brenton (1851), public domain. Text: eBible.org (grcbrent).