Esther 14
Tap a verse number for every translation, the original words, and cross-references. ※ links to differences in wording between editions.
1Κύριέ μου βασιλεὺς ἡμῶν σὺ εἶ μόνος, βοήθησόν μοι τῇ μόνῃ, καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σὲ, ὅτι κίνδυνός μου ἐν χειρί μου. 2Ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου, ὅτι σὺ Κύριε ἔλαβες τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν, καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον, καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας. 3Καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἀνθʼ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ Κύριε. 4Καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλʼ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν, ἐξᾶραι ὁρισμὸν στόματός σου, καὶ ἀφανίσαι κληρονομίαν σου, καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστηρίον σου, 5καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων, καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα. 6“Μὴπαραδῷς Κύριε τὸ σκῆπτρόνσουτοῖς μὴοὖσι, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπʼ αὐτούς· τὸν δὲ ἀρξάμενον ἐφʼ ἡμᾶς παραδειγμάτισον. 7Μνήσθητι Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν, καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν, καὶ πάσης ἀρχῆς ἐπικρατῶν. 8Δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος, καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς, εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ. 9Ἡμᾶς δὲ ῥύσαι ἐν χειρί σου, καὶ βοήθησόν μοι τῇ μόνῃ, καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ Κύριε· 10πάντων γνῶσιν ἔχεις, καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων, καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων, καὶ παντὸς ἀλλοτρίου. 12Σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὁπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων, καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου. 13Καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἀμὰν, καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν. 14Καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφʼ ἡμέρας μεταβολῆς μου μέχρι νῦν, πλὴν ἐπὶ σοὶ, Κύριε ὁ Θεὸς Ἁβραάμ. 15Ὁ Θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων, καὶ ῥύσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου.
LXX-Br: Septuagint (Greek text of Brenton's 1851 edition) (1851) · Public Domain · Greek Septuagint as printed in Brenton (1851), public domain. Text: eBible.org (grcbrent).