Esther 10
Tap a verse number for every translation, the original words, and cross-references. ※ links to differences in wording between editions.
1Ἔγραψε δὲ ὁ βασιλεὺς ἐπὶ τὴν βασιλείαν τῆς τε γῆς καὶ τῆς θαλάσσης.※ 2Καὶ τὴν ἰσχὺν αὐτοῦ καὶ ἀνδραγαθίαν, πλοῦτόν τε καὶ δόξαν τῆς βασιλείας αὐτοῦ, ἰδοὺ γέγραπται ἐν βιβλίῳ βασιλέων Περσῶν καὶ Μήδων, εἰς μνημόσυνον. 3Ὁ δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα Ἀρταξέρξην, καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ, καὶ δεδοξασμένος ὑπὸ τῶν Ἰουδαίων· καὶ φιλούμενος διηγεῖτο τὴν ἀγωγὴν παντὶ τῷ ἔθνει αὐτοῦ. “Ἔτους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας, εἰσήνεγκε Δοσίθεος, ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευίτης, καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ, τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραί, ἣν ἔφασαν εἶναι, καὶ ἡρμηνευκέναι Λυσίμαχον Πτολεμαίου, τὸν ἐν Ἱερουσαλήμ.” Τέλος τῆς Ἐσθήρ. 4“Καὶ εἶπε Μαρδοχαῖος, παρὰ τοῦ Θεοῦ ἐγένετο ταῦτα. 5Ἐμνήσθην γὰρ περὶ τοῦ ἐνυπνίου οὗ εἶδον περὶ τῶν λόγων τούτων· οὐδὲ γὰρ παρῆλθεν ἀπʼ αὐτῶν λόγος· 6Ἡ μικρὰ πηγὴ ἣ ἐγένετο ποταμός, καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ. Ἐσθήρ ἐστιν ὁ ποταμός, ἣν ἐγάμησεν ὁ βασιλεὺς, καὶ ἐποίησε βασίλισσαν. 7Οἱ δὲ δύο δράκοντες, ἐγώ εἰμι καὶ Ἀμάν. 8Τὰ δὲ ἔθνη, τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν Ἰουδαίων. 9Τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν Ἰσραὴλ, οἱ βοήσαντες πρὸς τὸν Θεὸν, καὶ σωθέντες· καὶ ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐῤῥύσατο Κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων· καὶ ἐποίησεν ὁ Θεὸς τὰ σημεῖα, καὶ τὰ τέρατα τὰ μεγάλα, ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσι. 10Διὰ τοῦτο ἐποίησε κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ Θεοῦ, καὶ ἕνα πᾶσι τοῖς ἔθνεσι. 11Καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν, καὶ εἰς ἡμέραν κρίσεως, ἐνώπιον τοῦ Θεοῦ καὶ πᾶσι τοῖς ἔθνεσι. 12Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐδικαίωσε τὴν κληρονομίαν αὑτοῦ.
LXX-Br: Septuagint (Greek text of Brenton's 1851 edition) (1851) · Public Domain · Greek Septuagint as printed in Brenton (1851), public domain. Text: eBible.org (grcbrent).